Ἀπολυτίκιον
Ἦχος α΄.
Ὡς ὁ προφήτης ἐκ στείρας, Ἐλέσα, βλαστήσασα, καὶ τῆς ἐρήμου ὡς οὗτος οἰκήτειρα
γέγονας. Λιποῦσα γὰρ δόξας τιμάς τε ἐν γῇ, λαμπαδηφόρος ἐχώρεις πρὸς τὰ οὐράνια.
Θαυματουργούσης δὲ ὄρη πορείαν σοὶ ἐσκεύαζον, τὴν κεφαλὴν τμηθείση ὑπ’ αὐτοῦ
τοῦ γεννήτορος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ
δωρησαμένῳ σὲ ἡμῖν προστάτιν ἀκοίμητον.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ στείρας ἐβλάστησας, καθάπερ ἄνθος τερπνόν, πατρὸς δὲ μισήσασα, τὴν ἀθεΐαν
στερρῶς, Ἐλέσα πανένδοξε, ἔλαμψας ἐν τῇ νήσῳ τῶν Κυθήρων ὁσίως, ἤθλησας δὲ ἐν
ταύτῃ, καὶ λαμπρῶς ἐδοξάσθης· καὶ νῦν ἀναπηγάζεις, τὰ θεῖα δωρήματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Γόνος ἅγιος, Πελοποννήσου, γέρας ἔνθεον, νήσου Κυθήρων, ἀνεδείχθης, Ἐλέσα
πανεύφημε, ὑπὲρ Χριστοῦ γὰρ νομίμως ἀθλήσασα, χειρὶ πατρῷα ἐτμήθης τὴν κάραν
σου, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὴν τῶν παρθένων καλλονὴν μεγαλομάρτυρα, καὶ τῶν Κυθήρων κραταιὰν σκέπην καὶ
πρόμαχον, ἀνυμνήσωμεν συμφώνως θείαν Ἐλέσαν, πρὸς τὸν Κύριον γὰρ παῤῥησίαν
κέκτηται ἡμᾶς πάντας ἐκ κινδύνων περισκέπουσα, τοὺς κραυγάζοντας· χαίροις
Μάρτυς πανένδοξε.
Ἕτερον Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν Κυθήροις ἔλαμψας ἀμέμπτῳ βίῳ, καὶ λαμπρῶς ἠγώνισαι, ὑπὲρ Χριστοῦ μαρτυρικῶς·
ὅθεν ἀξίως δεδόξασαι, Ὁσιομάρτυς Ἐλέσα πανένδοξε.
Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡραία ἐν κάλλεσι παρθένε γέγονας, τὰ στίγματα φέρουσα τοῦ μαρτυρίου τοῦ σοῦ, Ἐλέσα
πανεύφημε· ὅθεν νῦν παρεστῶσα τῷ Χριστῷ στεφηφόρος, πρέσβευε ὑπὲρ πάντων τῶν
τιμώντων τὴν πάντιμον μνήμην σου Μάρτυς πολύαθλε.
Ὁ Οἶκος
Σήμερον ἀνεδείχθη Ἑωσφόρος τοῖς πᾶσι, ἡ ἔνδοξος καὶ πάνσεπτος μνήμη τῆς
Παρθενομάρτυρος Χριστοῦ, διὸ πιστοὶ ἅπαντες ἀθρόως συνέλθωμεν ἐν πίστει
κραυγάζοντες αὐτῇ ἐκ πόθου·
Χαίροις σεμνὴ, παρθενίας κάλλος· χαίροις σὺ εἷ τῶν Μαρτύρων κλέος.
Χαίροις, τῶν Κυθήρων ἡ δόξα καὶ καύχημα· χαίροις, τῶν σῶν δούλων ἡ μόνη
βοήθεια.
Χαίροις, ὅτι τῶν αἰτούντων τὰς αἰτήσεις ἐκπληροῖς· χαίροις, νύμφη Κυρίου
καλλιμάρτυς Ἐλέσα.
Χαίροις τῷ σῷ Νυμφίῳ, στεφηφόρος ἡ στᾶσα· χαίροις, σὺ γὰρ τὴν πλάνην
κατήργησας.
Χαίροις, σὺ γὰρ τὸν Χριστὸν ἀνεκήρυξας· χαίροις, πιστῶν κραταιὰ προστασία.
Χαίροις, ἡμᾶς γὰρ τῶν δεινῶν ἀπαλλάττεις· χαίροις, μάρτυς πανένδοξε.
Μεγαλυνάριον
Χαίροις ὦ Ἐλέσα νύμφη Χριστοῦ, Παρθενομαρτύρων, ἀκροθίνιον εὐκλεές· χαίροις
Κυθήρων, ὡράϊσμα καὶ σκέπη, σεμνὴ Ὁσιομάρτυς, Ἀγγέλων σύσκηνε.
πηγή: saint.gr